Ιωάννης Μότσης
Ὀρφικός Ὕμνος ΜΟΥΣΩΝ (ἀρχαῖο κείμενο)
Μνημοσύνης καὶ Ζηνὸς ἐριγδούποιο θύγατρες, Μοῦσαι Πιερίδες, μεγαλώνυμοι, ἀγλαόφημοι, θνητοῖς οἷς κε παρῆτε, ποθεινόταται, πολύμορφοι, πάσης παιδείης ἀρετὴν γεννῶσαι ἄμεμπτον· θρέπτειραι ψυχῆς, διανοίας ὀρθοδότειραι, καὶ νόου εὐδυνάτοιο καθηγήτειραι ἄνασσαι, αἳ τελετὰς θνητοῖς ἀνεδείξατε μυστιπολεύτους, Κλειώ τ’, Εὐτέρπη τε, Θάλειά τε, Μελπομένη τε, Τερψιχόρη τ’, Ἐρατώ τε, Πολύμνιά τ’, Οὐρανίη τε, Καλλιόπῃ σὺν μητρὶ καὶ εὐδυνάτῃ Θεᾷ ἁγνῇ. Ἀλλὰ μόλοιτε, Θεαί, μύσταις, πολυποίκιλοι, ἁγναί, εὔκλειαν ζῆλόν τ’ ἐρατὸν πολύυμνον ἄγουσαι.

.jpg)

